A

A

† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)

† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)
† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)

Κυριακή 7 Απριλίου 2013

Ἀπόσπασμα ἀπό τό «Συνοδικό τῆς Ὀρθοδοξίας»





Οἱ Προφῆται  ὡς εἶδον, οἱ Ἀπόστολοι  ὡς  ἐδίδαξαν, ἡ Ἐκκλησία  ὡς  παρέλαβεν, οἱ Διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ Οἰκουμένη  ὡς συμπεφώνηκεν, ἡ χάρις  ὡς  ἔλαμψεν, ἡ ἀλήθεια  ὡς  ἀποδέδεικται, τὸ ψεῦδος  ὡς  ἀπελήλαται, ἡ σοφία  ὡς  ἐπαρρησιάσατο, ὁ Χριστὸς  ὡς  ἑβράβευσεν, οὕτω  φρονοῦμεν, οὕτω  λαλοῦμεν, οὕτω  κηρύσσομεν  Χριστόν τὸν  ἀληθινὸν  Θεὸν  ἡμῶν,

Αὕτη ἡ πίστις τῶν  Ἀποστόλων, αὕτη  ἡ πίστις τῶν Πατέρων, αὕτη  ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη  ἡ πίστις τὴν  Οἰκουμένην  ἐστήριξεν.

Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας Κήρυκας  ἀδελφικῶς τε  καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ  ἦς  ἀγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν.

Τῶν τῆς Ὀρθοδοξίας προμάχων εὐσεβῶν Βασιλέων, ἁγιωτάτων Πατριαρχῶν, Ἀρχιερέων, Διδασκάλων, Μαρτύρων, Ὁμολογητῶν, Αἰωνία ἡ μνήμη.”