A

A

† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)

† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)
† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)

Δευτέρα 6 Μαΐου 2013

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ!!!-ΑΛΗΘΩΣ ΑΝΕΣΤΗ!!! ( Εκκλησιαστικοί Αναστάσιμοι Ύμνοι )

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος!






















Αναστάσεως Ημέρα
Ἦχος α'

ᾨδὴ α
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.


ᾨδὴ γ'
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον· ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.


ᾨδὴ δ'
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.


ᾨδὴ ε'
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.


ᾨδὴ ς'
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.


ᾨδὴ ζ'
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.


ᾨδὴ η'
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.


ᾨδὴ θ'
Ο Άγγελος εβόα τη Κεχαριτωμενη ,Αγνή Παρθένε χαίρε και πάλιν ερώ χαίρε,ο σος Υιός ανέστη τριήμερος εκ τάφου. Φωτίζου, φωτίζου η νέα Ιερουσαλήμ, η γαρ δόξα Κυρίου επί σε ανέτειλε. Χόρευε νυν και αγγάλου Σιών, συ δε Αγνή, τέρπου Θετόκε, εν τη Εγέρσει του τόκου σου.


.


Βυζαντινή μουσική - Δοξαστικό (Αναστάσιμοι Ύμνοι)

Η Ανάσταση: "Πάσχα Κυρίου, Πάσχα"


Ουκούν εισέλθετε πάντες εις την χαράν του Κυρίου υμών·
και πρώτοι και δεύτεροι τον μισθόν απολαύετε.
Πλούσιοι και πένητες μετ' αλλήλων χορεύσατε·
εγκρατείς και ράθυμοι την ημέραν τιμήσατε·
νηστεύσαντες και μη νηστεύσαντες, ευφράνθητε σήμερον.
Η τράπεζα γέμει, τρυφήσατε πάντες.
Ο μόσχος πολύς, μηδείς εξέλθη πεινών.
Πάντες απολαύσατε του συμποσίου της πίστεως.
Πάντες απολαύσατε του πλούτου της χρηστότητος.
Μηδείς θρηνείτω πενίαν· εφάνη γάρ η κοινή Βασιλεία.
Μηδείς οδυρέσθω πταίσματα· συγγνώμη γάρ εκ του τάφου ανέτειλε.
Μηδείς φοβείσθω θάνατον· ηλευθέρωσε γάρ ημάς ο του Σωτήρος θάνατος.

Αναστήτω ο Θεός, και διασκορπισθήτωσαν οι εχθροί Αυτού,
και φυγέτωσαν από προσώπου Αυτού οι μισούντες Αυτόν.

Πάσχα ιερόν ημίν σήμερον αναδέδεικται·
Πάσχα καινόν, άγιον, Πάσχα μυστικόν·
Πάσχα πανσεβάσμιον· Πάσχα Χριστός ο λυτρωτής.
Πάσχα άμωμον, Πάσχα μέγα, Πάσχα των πιστών,
Πάσχα το πύλας ημίν του παραδείσου ανοίξαν.
Πάσχα πάντας αγιάζον πιστούς.

Ως εκλείπει καπνός εκλιπέτωσαν, ως τήκεται κηρός από προσώπου πυρός.

Δεύτε από θέας Γυναίκες ευαγγελίστριαι,
και τη Σιών είπατε Δέχου παρημών χαράς
Ευαγγέλια,της Αναστάσεως Χριστού
τέρπου,χόρευε,και αγάλλου Ιερουσαλήμ,
τον Βασιλέα Χριστόν,θεασάμένη εκ του
μνήματος,ως νυμφίον προερχόμενον.

Ούτως απολούνται οι αμαρτωλοί από προσώπου του Θεού
και οι δίκαιοι ευφρανθήτωσαν.

Αι Μυροφόροι γυναίκες, όρθρου βαθέος,
επιστάσαι προς το μνήμα του Ζωοδότου
εύρον Άγγελον, επί τον λιθον καθήμενον,και
αυτός προσφθεγξάμενος,αυταίς ούτως έλεγε
Τι ζητείτε τον ζώντα μετά των νεκρών;
Τι θρηνείτε,τον άφθαρτον ως εν φθορά;
απελθούσαι κηρύξατε,τοις Aυτού Μαθηταίς.

Αύτη η ημέρα, ην εποίησεν ο Κύριος,
αγαλλιασώμεθα και ευφρανθώμεν εν αυτή.

Πάσχα το τερπνόν· Πάσχα Κυρίου,Πάσχα.
Πάσχα πανσεβάσμιον ημίν ανέτειλε Πάσχα,
εν χαρά αλλήλους περιπτυξώμεθα ω Πάσχα
λύτρον λύπης και γαρ εκ τάφου σήμερον,
ώσπερ εκ παστού,εκλάμψας Χριστός,τα
γύναια χαράς έπλησε λέγων Κηρύξατε Αποστόλοις.

Δόξα Πατρί και Υιό και Αγίο Πνεύματι
και νύν και αεί και εις τους αιώνας των αιώνων,Αμήν

Αναστάσεως ημέρα,και λαμπρυνθώμεν τη
πανηγύρει ,και αλλήλους περιπτυξώμεθα.
Είπωμεν αδελφοί,και τοις μισούσιν ημάς
Συγχωρήσωμεν πάντα τη Αναστάσει,και
ούτω βοήσωμεν Χριστός ανέστη εκ νεκρών,
θανάτω θάνατον πατήσας,και τοις εν τοις
μνήμασι,ζωήν χαρισάμενος