A

A

† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)

† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)
† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)

Τρίτη 16 Ιουνίου 2015

Ἁγίες Μάρθα καί Μαρία οἱ ἀδελφές τοῦ Λαζάρου (4 Ἰουνίου)



Χαίρετε αὐτάδελφοι ἱεραί, Μάρθα καὶ Μαρία, σεμναὶ ἤθεσι καὶ ζωῆς χαίρετε Λαζάρου, αἱ σύγγονοι αἱ θεῖαι, μεθ᾿ οὗ ἡμῖν αἰτεῖσθε, τὸ θεῖον ἔλεος.

Ἡ Μάρθα καὶ ἡ Μαρία, μαζὶ μὲ τὸν ἀδελφό τους Λάζαρο, ἦταν γιὰ τὸν Κύριο Ἰησοῦ Χριστὸ ἡ πιὸ ἀγαπητὴ καὶ ἁγία οἰκογένεια τῆς Βηθανίας. 

Τὸ Εὐαγγέλιο μᾶς παρουσιάζει τὴν Μαρία νὰ ἀποῤῥοφᾶται ἀπὸ τὴν διδασκαλία τοῦ Ἰησοῦ, ἐνῷ ἡ Μάρθα, ποὺ ἦταν μεγαλύτερη ἀδελφή, φροντίζει πολὺ γιὰ τὸ τραπέζι τῆς φιλοξενίας. Γι᾿ αὐτὸ ἀκούει ἀπὸ τὸ στόμα τοῦ Διδασκάλου τὸ πασίγνωστο καὶ διδακτικότατο «Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά, Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς» (Λουκ. ι´ 38-42). 

Ἡ Μαρία ἐπίσης ἄλειψε καὶ μὲ πολύτιμο μύρο τὰ πόδια τοῦ Ἰησοῦ καὶ σπόγγισε ὕστερα με τὴν παρθενική της κόμη. 

Καὶ οἱ δυὸ ἀδελφές, εὐσεβῆ καὶ διακεκριμένα μέλη τῆς πρώτης χριστιανικῆς Ἐκκλησίας, ἀξιώθηκαν νὰ πεθάνουν εἰρηνικὰ καὶ ὄχι ἐν διωγμῷ. Διότι ὁ Κύριος δὲν θέλησε ν᾿ ἀφήσει νὰ πονέσουν οἱ καρδιές, τῶν ὁποίων κάτω ἀπὸ τὴν στέγη τοῦ σπιτιοῦ τους, εἶχε ἀπολαύσει τόση ἁγία γαλήνη τὶς παραμονὲς τῶν παθῶν Του.



Ἀπολυτίκιον
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον.

Τῷ Σωτῆρι ἀμέμπτως διακονήσασαι, αἱ τοῦ Ἁγίου Λαζάρου θεῖαι αὐτάδελφοι, σὺν τῇ Μάρθᾳ τῇ κλεινῇ, Μαρία πάνσεμνε, καὶ τὴν Ἀνάστασιν Αὐτοῦ, σὺν Μυροφόροις Γυναιξί, μαθοῦσαι ἐκ τοῦ Ἀγγέλου, φωτὸς ἐμπλήσθητε θείου, ἡμῖν αἰτοῦσαι τὰ σωτήρια.

Κοντάκιον
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἀδελφῶν τὴν δυάδα τὴν πάντιμον, τὰς τοῦ Λαζάρου συγγόνους τιμήσωμεν, Μαρίαν καὶ Μάρθαν ἐν ᾄσμασιν, ὡς ἂν αὐτῶν ἱκεσίαις πρὸς Κύριον, πταισμάτων συγχώρησιν λάβωμεν.

Κάθισμα
Ἦχος γ´. Τὴν ὡραιότητα.
Χριστοῦ διάκονοι, ὄντως ἐδείχθησαν, ὡς πλήρεις πίστεως, καὶ σκεύη τίμια, αἱ τοῦ Λαζάρου ἀδελφαί, ἡ Μάρθα καὶ ἡ Μαρία· ἡ μὲν γὰρ ἐδέσματα, τούτῳ πίστει ἡτοίμασεν, ἡ δὲ μύρῳ ἤλειψε, καὶ θριξὶ κεφαλῆς αὐτῆς, ἐξέμαξε Κυρίου τοὺς πόδας· ὅθεν αὐτὰς ἄμφω τιμῶμεν.

Ὁ Οἶκος
Τῷ σαρκωθέντι δι᾿ ἡμᾶς, καὶ σώσαντι τὸν κόσμον, Χριστῷ τῷ πάντων Βασιλεῖ, πιστεύσασαι προθύμως, τούτου μαθήτριαι ἀληθεῖς, καὶ μυροφόροι ὤφθητε, ὦ Μάρθα καὶ Μαρία, δυὰς ἡγιασμένη· καὶ τὸν ὁμαίμονα ὑμῶν, ἤδη τετραήμερον καὶ ὀδωδότα ἐν τάφῳ κείμενον, τῇ ζωοποιῷ αὐτοῦ φωνῇ ζῶντα ἀπολαβοῦσαι, τὰ τῆς θεότητος Αὐτοῦ μεγαλεῖα, καὶ τὴν μεγίστην ἐξουσίαν ᾐνέσατε φωνῇ μεγάλῃ· καὶ ἑκουσίως θανόντι καὶ ταφέντι, καὶ τάφῳ τεθειμένῳ, μύρα προσκομίσασαι σὺν ταῖς λοιπαῖς Ἁγίαις Μυροφόροις, καὶ τῆς ἐγέρσεως Αὐτοῦ κήρυκες πᾶσιν ὤφθητε· ὅν δυσωπεῖτε δεόμεθα, ὡς ἄν πταισμάτων συγχώρησιν λάβωμεν.

Μεγαλυνάριον
Χαίρετε αὐτάδελφοι ἱεραί, Μάρθα καὶ Μαρία, σεμναὶ ἤθεσι καὶ ζωῆς χαίρετε Λαζάρου, αἱ σύγγονοι αἱ θεῖαι, μεθ᾿ οὗ ἡμῖν αἰτεῖσθε, τὸ θεῖον ἔλεος.