A

A

† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)

† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)
† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)

Δευτέρα 3 Ιουλίου 2017

ΟΙ ΠΑΤΕΡΕΣ ΓΙΑ ΤΑ ΘΑΥΜΑΤΑ



"Ὁ θεῖος Σάββας ἐθαυμάζετο περίσσα τὸν μέγαν Εὐθύμιον, καὶ τὸν εἶχεν εἰς 
άνείκαστον εὐλάβειαν, οὐ μόνον διὰ τὰς ἄνωθεν καὶ τὰς ἄλλας θαυματουργίας, 
ὁποῦ ἑτέλεσεν, ἀλλὰ καὶ διατὶ ἦτον πολλὰ ζηλωτὴς τῶν ὀρθῶν δογμάτων, 
καὶ ἐμάχετο κατὰ τῶν Μανιχαίων, καὶ Ἀρειανῶν, καὶ τῶν λοιπῶν αἱρετικῶν
(Εκλόγιον, Αγαπίου μοναχού, Βίος του Οσίου Ευθυμίου).


ΑΝΤΙ ΠΡΟΛΟΓΙΚΟΥ ΣΗΜΕΙΩΜΑΤΟΣ:

ΥΠΟΘΕΤΙΚΟΣ ΔΙΑΛΟΓΟΣ Α΄
Τόπος: Κωνσταντινούπολη. Χρόνος: 365 μ.Χ. Πρόσωπα του διαλόγου: Νικήτας (πιστός στο Σύμβολο της Νίκαιας), Άρης (οπαδός της επίσημης Εκκλησίας)
ΝΙΚΗΤΑΣ: Φίλτατε επειδή είναι φανερό πως ο Πατριάρχης Ευδόξιος φρονεί τα του Αρείου, δεν πρέπει να έχουμε εκκλησιαστική κοινωνία μαζί του.
ΑΡΗΣ: Ω, φίλε, ξεχνάς πως στον Πατριάρχη μας εμφανίστηκε ο Άγιος Θεόδωρος και με το θαύμα με τα κόλλυβα μας έσωσε από την παγίδα του Αυτοκράτορος Ιουλιανού; Θα μπορούσε ποτέ να εμφανιστεί ο Άγιος σε κάποιον ο οποίος θα έσφαλλε στην πίστη; Νιώθω ότι είμαι ασφαλής εδώ που βρίσκομαι!


ΥΠΟΘΕΤΙΚΟΣ ΔΙΑΛΟΓΟΣ Β΄
Τόπος: Βενετία. Χρόνος: 1600 μ.Χ. Πρόσωπα του διαλόγου: Γαβριήλ (Ορθόδοξος), Λέων (παπικός)
ΓΑΒΡΙΗΛ: Αγαπητέ μου, οφείλω να σε ενημερώσω πως ο Παπισμός είναι αίρεση και σχίσμα και όπως γνωρίζεις "εκτός Εκκλησίας δεν υπάρχει σωτηρία" κατά τους Πατέρες.
ΛΕΩΝ: Καλέ μου φίλε, συμφωνώ με τους Πατέρες, αλλά πως γίνεται να είμαι εκτός Εκκλησίας, όταν βλέπω να γίνονται τόσα θαύματα σε μας; Εφόσον έχουμε σημεία και θαύματα, αισθάνομαι ότι είμαι εντάξει εδώ που βρίσκομαι!


ΥΠΟΘΕΤΙΚΟΣ ΔΙΑΛΟΓΟΣ Γ΄
Τόπος: Αθήνα. Χρόνος: 2017 μ.Χ. Πρόσωπα του διαλόγου: Δημήτριος (Ορθόδοξος), Άγγελος (οπαδός της επίσημης Εκκλησίας)

ΔΗΜΗΤΡΙΟΣ: Αγαπητέ μου, αν συμφωνούμε πως ο Οικουμενισμός είναι αίρεση, οφείλουμε να διακόψουμε την εκκλησιαστική κοινωνία με τους φορείς του κατά την διδασκαλία και την πράξη των Πατέρων.
ΆΓΓΕΛΟΣ: Καλέ μου φίλε, έτσι είναι, αλλά να σου πω τον προβληματισμό μου. Ο νεοφανής Άγιος τάδε και ο νεοφανής Άγιος δείνα δεν διέκοψαν την κοινωνία με τους Οικουμενιστές. Και ξέρεις για πόσο θαυματουργούς Αγίους μιλάμε. Όταν ακούω για τα πάμπολλα θαύματά τους, πιστεύω πως είμαι καλά εδώ που βρίσκομαι!

Ν. Μ.


ΟΙ ΠΑΤΕΡΕΣ ΑΠΑΝΤΟΥΝ:

ΔΙΑΤΑΓΕΣ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ
 "Ἐκεῖνο δὲ προστίθεμεν τῷ λόγῳ, ὅτι οὔτε πᾶς ὁ προφητεύων, ὅσιος· οὔτε πᾶς ὁ δαίμονας ἐλαύνων, ἅγιος(P. G. 1, 1065-1068).


ΙΓΝΑΤΙΟΥ ΤΟΥ ΘΕΟΦΟΡΟΥ

"Πᾶς ὁ λέγων παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ, κἂν νηστεύῃ, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν προβάτου δορᾷ, προβάτων φθοράν κατεργαζόμενος" (P. G. 5, 912).


ΙΟΥΣΤΙΝΟΥ ΤΟΥ ΜΑΡΤΥΡΟΣ
"Ἐρώτησις ε΄. Eἰ ἐν ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν δυνάμεις ἐνεργοῦνται, οἷον νοσημάτων ἰάσεις καὶ πνευμάτων διωγμοὶ ἀκαθάρτων, καρπῶν γῆς φορὰ καὶ ἐλαίου ἀναβλύσεις, πῶς οὐκ ἀνάγκη ἐκ τούτων ἐν τῇ πλάνῃ βεβαιοῦσθαι ἐκείνους;
Ἀπόκρισις. Ὥσπερ τὸ ἀνατέλλειν τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχειν ἐπὶ δικαίους καὶ ἀδίκους οὐκ ἔστι βεβαιωτικὸν πονηρῶν καὶ ἀδίκων ἐν τῇ πονηρίᾳ καὶ ἀδικίᾳ ἀλλὰ παρασκευαστικὸν εἰς δικαίαν τιμωρίαν, οὕτως οὐκ ἔστι βεβαιωτικὸν τῶν αἱρετικῶν ἐν τῇ πλάνῃ τὸ ἐνεργεῖν τινας ἐν αὐτοῖς δυνάμεις. Eἰ γὰρ ἦν ἀπόδειξις καὶ σημεῖον εὐσεβείας τὸ ἐνεργεῖν δυνάμεις, οὐκ ἂν ὁ Κύριος ἀδοκίμους τε καὶ ἀναξίους τῆς πρὸς αὑτὸν οἰκειώσεως ἀπεφαίνετο τοὺς εἰρηκότας· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; λέγων πρὸς αὐτούς· Oὐδέποτε ἔγνων ὑμᾶς, ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν! Oὐκ εἰπών, διδάξας ἡμᾶς, ψωμίζειν καὶ ποτίζειν τὸν πεινῶντα καὶ διψῶντα, πολὺ μᾶλλον αὐτὸς τὰ ὅμοια ὧν ἐδίδαξεν ἡμᾶς ποιεῖ, σωρεύων πῦρ ἐπὶ τὰς κεφαλὰς αὐτῶν τῶν ἀξίως τὸν δωτῆρα τῆς πίστεως οὐκ ἐγνωκότων;" (P. G. 6, 1256)

ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ


"Ἐρώτ. ριαʹ. Πῶς καί τινες αἱρετικοὶ ποιοῦσι πολλάκις σημεῖα;
Ἀπόκ. Τοῦτο ἡμᾶς οὐκ ὀφείλει ξενίζειν. Ἠκούσαμεν γὰρ τοῦ Κυρίου λέγοντος· ὅτι πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐροῦσι· «Κύριε, οὐκ ἐν τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν;» καὶ ἐρεῖ αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ, ἐργάται τῆς ἀνομίας». Πολλάκις γὰρ οὐχ ἡ πολιτεία τοῦ θαυματουργοῦντός ἐστιν ἡ τὴν ἴασιν ἐργαζομένη, ἀλλ᾿ ἡ πρὸς αὐτὸν πίστις τοῦ προσερχομένου ἀνθρώπου. Γέγραπται γάρ· «Ἡ πίστις σου σέσωκέ σε». Πλὴν δεῖ καὶ τοῦτο γινώσκειν, ὅτι πολλάκις τινὲς κακόπιστοι καμάτους πολλοὺς δι' ἀσκήσεως τῷ Θεῷ προσήγαγον, καὶ τὴν ἀντιμισθίαν αὐτῶν ἔλαβον ἐν τῷ νῦν αἰῶνι ἐκ Θεοῦ, τὸ τῶν ἰαμάτων καὶ προρρήσεων χάρισμα· ἵνα ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἀκούσωσιν· Ἀπελάβετε τὰ ἀγαθὰ ὑμῶν καὶ τοὺς καμάτους ὑμῶν· νῦν δὲ λοιπὸν οὐδὲν ὑμῖν κεχρεώστηται" (P. G. 28, 665).

ΘΕΟΔΩΡΗΤΟΥ ΚΥΡΟΥ

"Διδασκόμεθα δὲ μὴ προσέχειν σημείοις, ὅτ᾿  ἂν ὁ ταῦτα δρῶν ἐναντία τῇ εὐσεβείᾳ διδάσκει" (P. G. 80, 420).


ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ

"ΕΡΩΤΗΣΙΣ Κ΄. Ἐκ ποίας δυνάμεως οἱ τὰ ἐναντία φρονοῦντες [καὶ πράττοντες] προφητεύουσι πολλάκις καί θαυματουργοῦσιν;
ΑΠΟΚΡΙΣΙΣ. Τά σημεῖα, καὶ αἱ θαυματουργίαι, καί αἱ προρρήσεις, πολλάκις καὶ δι᾿ ἀναξίων κατά τινα χρείαν ἤ οἰκονομίαν γίνονται, ὥσπερ ἐπὶ τοῦ Βαλαὰμ καὶ τῆς ἐγγαστριμύθου. Καὶ πάλιν, οἱ Ἀπόστολοι, εὑρόντες τινὰ ἄπιστον, «ἐν τῶ ὀνόματι Χριστοῦ ἐκβάλλοντα δαιμόνια», καὶ κωλύσαντες αὐτόν, εἶπον τῶ Χριστῶ· καὶ εἶπε. «Μὴ κωλύετε αὐτόν· ὁ μὴ ὤν γὰρ καθ᾿ ὑμῶν», φησίν, «ὑπὲρ ὑμῶν ἐστιν». Οὐκοῦν ὁπόταν ἴδης καὶ δι᾿ αἱρετικῶν, καὶ διὰ ἀπἰστων σημεῖόν τι κατὰ κρῖμα Θεοῦ γινόμενον, μὴ θαμβηθῆς μηδὲ σαλευθῆς τῆς ὀρθοδόξου πίστεως. Πολλάκις γὰρ καὶ ἡ πίστις τοῦ προσερχομένου ἐστίν, ἡ τὸ σημεῖον ποιήσασα, καὶ οὐχ ἡ ἀξία τοῦ ποιήσαντος. Καὶ γὰρ Ἰωάννης, ὁ μείζων πάντων ἐν γεννητοῖς γυναικῶν, οὐ φαίνεταί τι σημεῖον πεποιηκώς· ὁ δὲ Ἰούδας πάντως πεποίηκε· καὶ γὰρ καὶ αὐτὸς μετὰ τῶν ἄλλων ἦν τῶν πεμφθέντων νεκρούς ἐγεῖραι καὶ λεπρούς καθᾶραι. Διὸ μὴ μέγα τι νομίσης, ἐὰν τινα ἀνάξιον, ἤ κακόπιστον, σημεῖον ποιοῦντα θεωρήσῃς. Οὐ δεῖ δὲ οὔτε ὀρθόδοξον ἄνδρα ἀπὸ σημείων καὶ προφητειῶν δοκιμάζειν, ὅτι ἁγιός ἐστι, ἀλλὰ ἀπὸ τῆς πολιτείας αὐτοῦ. Πολλοὶ γὰρ πολλάκις οὐ μόνον ὀρθόδοξοι ἁμαρτωλοί, ἀλλὰ καὶ αἱρετικοὶ καί ἄπιστοι σημεῖα ἐπετέλεσαν, καὶ προεφήτευσαν κατά τινας οἰκονομίας, ὡς εἴρηται, συγχωρηθέντες ὑπὸ τοῦ Κυρίου, ὡς ἐπὶ τοῦ Βαλαάμ, καὶ Σαούλ, καί Ναβουχοδονόσορ, καὶ Καϊάφα ἔστιν εὑρεῖν τὸ Πνεῦμα τὸ ἅγιον ἐνεργῆσαν εἰς αὐτοὺς, ἀναξίους καὶ βεβήλους ὄντας δι᾿ αἰτίας εὐλόγους.
...Ἔγνωμεν γὰρ καὶ ἐπίσκοπον αἱρετικὸν ἐν Κυζίκω τῆ πόλει τῶν λεγομένων Μακεδονιανῶν, τῶν Πνευματομάχων, ὅτι ἐλαίαν τὸ δένδρον ἐκ τοῦ τόπου, ἐν ὦ ἴστατο, εἰς ἕτερον τόπον σχήματι εὐχῆς μετήνεγκεν, ὡς σκοτίζουσαν τὴν θυρίδα τοῦ ματαίου εὐκτηρίου αὐτῶν. Καὶ ἐπὶ δανειστοῦ δέ τινος ἀδίκου, χήραν γυναῖκα διασείοντος ἕνεκα χρέους αὐτῆς ἀνδρικοῦ, καὶ ἀπαιτοῦντος, οὐχ ὅσον ἦν τὸ δάνειον, ἀλλὰ πλεῖον, ἐγνωκὼς τοῦτο ὁ προλεχθεὶς αἱρετικὸς ἐπίσκοπος, μήπω ταφέντος τοῦ ἀνδρὸς αὐτῆς, ἀλλ᾿ ἔτι προκομιζομένου, κατέσχε τὴν κλίνην, ἐν ἧ κατέκειτο, παρεσκεύασε δῆθεν τόν νεκρόν λαλῆσαι, καὶ εἰπεῖν, πόσον ἦν τὸ ὀφειλόμενον χρέος τῶ ἐπιδανειστῆ αὐτοῦ. Τούτου δὲ τοῦ αἱρετικοῦ θανόντος καὶ ἐν τῶ μνήματι αὐτοῦ διάφοροι φαντασίαι καὶ σημεῖα ἐπετελέσθησαν. Διὰ τοῦτο τοίνυν οὐ δεῖ πᾶν σημειοφόρον ὡς ἅγιον παραδέχεσθαι, ἀλλὰ δοκιμάζειν, κατὰ τὸν λέγοντα. «Μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τόν κόσμον». Καὶ ὁ Ἀπόστολος, «Οἱ γὰρ τοιοῦτοι», φησί, «ψευδοαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ». Καὶ οὐ θαυμαστόν· «Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός». Οὐ μέγα οὖν, εἰ καί οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὦν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. Καὶ γὰρ ὁ Ἀντίχριστος ἐρχόμενος, κατὰ συγχώρησιν Θεοῦ, ποιήσει, ὑπουργούντων αὐτῷ δαιμόνων, πάμπολλα σημεῖα καὶ τέρατα ψεύδους, πρὸς ἀπώλειαν μὲν τῶν ἀπίστων, εἰς δοκίμιον δὲ τῶν πιστῶν" (P. G. 89, 517-524).


ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ

"Καινὸν οὐδὲν καὶ θαυμαστὸν τὸ τῆς θαυματουργίας,
τῶν ἐvαντίων τῷ Χριστῷ τιvες ἐθαυματούργουν,
μηδ᾿ ὑπακούοvτες αὐτῷ μηδ᾿ ἐπακολουθοῦvτες,
οὕς ὡς φησιν ἐκώλυε τῶν μαθητῶν τὸ στίφος,
οἶδας τοὺς Σίμωνος υἱοός, τοῦ Φαραῶ τοὺς μάγους,
σεμνυνομένους θαύμασι μάτην ἐπαιρομέvους,
ἀλλὰ καὶ δαίμονες πολλοὶ τοῖς πειθομένοις τούτοις,
διδόασι θαυματουργεῖν. Καὶ πρὸς αὐτοὺς ἐκεῖνοι,
πολλάκις ἐπιδείκvυνται, παμμέγιστα σημεῖα,
ἀλλὰ καὶ τῶν αἱρετικῶν πολλοὶ θαυματουργοῦσι,
τὸ δ᾿ ἀληθέστερον εἰπεῖν δαίμοvες διὰ τούτων,
ἵνα τῇ πλάνῃ μένωσιv ἀεὶ κεκρατημέvοι,
καὶ διὰ τούτων ἕτεροι μετάγονται πρὸς ταύτην,
εἰς δ᾿  εὐσεβεῖς ἀμαρτωλοὺς θαυματουργεῖv τὴν χάριν
διὰ τὴν πίστην λέγουσιν, ἢ καὶ τοὺς αἰτουμέvους,
οὕτω καὶ παῖδα γράφουσιν ἐξαναστῆσαι πόρνην.
Ἄλλη δὲ πάλιν ἄσωτος τοῦ βίου μεταστᾶσα,
τὸν τάφον εἶχεν αὐτουργὸν τεράτων καὶ σημείωv,
καὶ τοῦτο τέχνη τοῦ Σατᾶv ἵνα νομοθετήσῃ,
τοὺς ἀπλουστέρους ἀπατῶv μὴ βλάπτειν τὴν πορνείαν,
ὥσπερ καὶ πρός τιvας ποιεῖ τῶν κοσμικῶv θανόvτωv,
ὃς καταπείσει τοὺς πολλοὺς περιορᾷν το σχήμα.
Ὡσαύτως καὶ τῶν λαϊκῶν λαμπρῶς δοξαζομέvωv,
καταμελοῦσιν οἱ πολλοὶ τοῦ σχήματος τοῦ θείου
καὶ δίχα τούτου δυνατὸν ἡγούμενοι σωθῆναι,
ἀλλ᾿ οὐδ᾿ ἐκεῖνον ἀγvοεῖς τὸν μοvαχὸν ὡς οἷμαι,
ὃς ἐv τῷ πάθει κοιμηθεὶς καὶ παρὰ μοναζούσης,
ἧ τότε συvεφθείρετο παραδοθεὶς τῷ τάφῷ,
ὡς ὕστερον ἐξήγγειλεν αὐτῇ τῷ Πατριάρχῃ,
καινὰ μετὰ τὸν θάνατον ἐτέλεσε σημεῖα,
δεικνὺς τὸν τάφον αὐτουργὸv τεράτων καὶ σημείων,
ἀλλ᾿ ὕστεροv ἐσκέφθησαν πάvτων γνωσθέντων τούτων,
ταῦτα μὲν οὖν τῆς πίστεως ὡς ὁ Σωτὴρ εἰρήκει
εἰπὼν κατὰ τὴν πίστιv σου τὸ πρᾶγμα σου γεvέσθω,
καὶ πάλιν ἐὰv ἔχητε πίστιv καθάπερ κόκκοv,
συνάπεως, τὰ δ᾿ ἐφεξῆς ἐκ τῆς Γραφῆς γινώσκεις".
(Ἀλφαβηταλφάβητος, Ἐκ τῆς Ὑποθέσεως ρψ΄: Ὅτι τῆς πίστεως εἰσι τὰ τῶν θαυμάτων ἔργα).